Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.289 Joseph. AJ 5.294 (English) >>Joseph. AJ 5.299

5.292ἐγκειμένης δʼ αὐτῆς καὶ εἰς δάκρυα προπιπτούσης καὶ τεκμήριον τιθεμένης τῆς πρὸς αὐτὴν δυσνοίας τὸ μὴ λέγειν αὐτῇ, μηνύει τὰ περὶ τὴν ἀναίρεσιν αὐτῇ τοῦ λέοντος καὶ ὡς τὰ τρία βαστάσας ἐξ αὐτοῦ κηρία μέλιτος γεγονότα κομίσειεν αὐτῇ. 5.293καὶ μὲν οὐδὲν ὑφορώμενος δολερὸν σημαίνει τὸ πᾶν, δʼ ἐκφέρει τὸν λόγον τοῖς δεηθεῖσι. κατὰ οὖν τὴν ἑβδόμην ἡμέραν, καθʼ ἣν ἔδει τὸν προβληθέντα λόγον αὐτῷ διασαφεῖν, πρὶν δῦναι τὸν ἥλιον συνελθόντες φασίν, “οὔτε λέοντος ἀηδέστερόν τι τοῖς ἐντυγχάνουσιν οὔτε ἥδιον μέλιτος χρωμένοις”. 5.294καὶ Σαμψὼν εἶπεν οὐδὲ γυναικὸς εἶναί τι δολερώτερον, ἥτις ὑμῖν ἐκφέρει τὸν ἡμέτερον λόγον”. κἀκείνοις μὲν δίδωσιν ὑπέσχετο λείαν ποιησάμενος Ἀσκαλωνιτῶν τοὺς κατὰ τὴν ὁδὸν αὐτῷ συντυχόντας, Παλαιστῖνοι δʼ εἰσὶ καὶ οὗτοι, τὸν δὲ γάμον ἐκεῖνον παραιτεῖται καὶ παῖς ἐκφαυλίσασα τῆς ὀργῆς αὐτὸν συνῆν αὐτοῦ φίλῳ νυμφοστόλῳ γεγονότι. 5.295

Πρὸς δὲ τὴν ὕβριν ταύτην Σαμψὼν παροξυνθεὶς ἅπαντας ἔγνω σὺν αὐτῇ Παλαιστίνους μετέρχεσθαι. θέρους δʼ ὄντος καὶ πρὸς ἄμητον ἤδη τῶν καρπῶν ἀκμαζόντων συλλαβὼν τριακοσίας ἀλώπεκας καὶ τῶν οὐρῶν ἐξάψας λαμπάδας ἡμμένας ἀφίησιν εἰς τὰς ἀρούρας τῶν Παλαιστίνων. 5.296καὶ φθείρεται μὲν οὕτως αὐτοῖς καρπός, Παλαιστῖνοι δὲ γνόντες Σαμψῶνος εἶναι τὸ ἔργον καὶ τὴν αἰτίαν διʼ ἣν ἔπραξε, πέμψαντες τοὺς ἄρχοντας εἰς Θαμνὰ τὴν γενομένην αὐτοῦ γυναῖκα καὶ τοὺς συγγενεῖς ζῶντας κατέπρησαν ὡς αἰτίους τῶν κακῶν γεγονότας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.289 Joseph. AJ 5.294 (English) >>Joseph. AJ 5.299

Powered by PhiloLogic